TLG 0040 001 :: CALANI EPISTULA :: Epistula CALANI EPISTULA Epist. Epistula Citation: (Line) | ||
t | Κάλανος Ἀλεξάνδρῳ. | |
---|---|---|
1 | Φίλοι πείθουσι χεῖρας καὶ ἀνάγκην προσφέρειν Ἰνδῶν φιλοσόφοις, οὐδ’ ἐν ὕπνῳ ἑορακότες ἡμέτερα ἔργα. σώματα γὰρ μετοίσεις ἐκ τόπου εἰς τόπον, ψυχὰς δὲ οὐκ ἀναγκάσεις ποιεῖν ἃ μὴ βούλονται μᾶλλον | |
5 | ἢ πλίνθους καὶ ξύλα φωνὴν ἀφεῖναι. πῦρ μεγίστους τοῖς ζῶσι σώμασι πόνους καὶ φθορὰν ἐργάζεται· τούτου ὑπεράνω ἡμεῖς γινόμεθα, ζῶντες καόμεθα. οὐκ ἔστι βασιλεὺς οὔτε ἄρχων, ὃς ἀναγκάσει ἡμᾶς ποιεῖν ἃ μὴ προαιρούμεθα. Ἑλλήνων δὲ φιλοσόφοις οὐκ ἐξο‐ | |
10 | μοιούμεθα, ὅσοι αὐτῶν εἰς πανήγυριν λόγους ἐμελέτη‐ σαν, ἀλλὰ λόγοις ἔργα παρ’ ἡμῖν ἀκόλουθα, καὶ ἔργοις λόγοι βραχεῖς ἄλλην ἔχουσι δύναμιν, καὶ μακαριότητα | |
καὶ ἐλευθερίαν περιποιοῦντες. | 192 |